Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.50 Dem. 45.54 (English) >>Dem. 45.57

45.52χωρὶς δὲ τούτων ἄτοπον, πάντων τὰ ψευδῆ μαρτυρησάντων, τίς μάλιστʼ ἔβλαψεν ἀποφαίνειν, ἀλλʼ οὐχ ὡς αὐτὸς ἕκαστος ἀληθῆ μεμαρτύρηκε δεικνύναι. οὐ γάρ, ἂν ἕτερον δείξῃ δεινότερʼ εἰργασμένον, ἀποφεύγειν αὐτῷ προσήκει, ἀλλʼ ἂν αὐτὸς ὡς ἀληθῆ μεμαρτύρηκεν ἀποφήνῃ.

45.53ἐφʼ τοίνυν, ἄνδρες Ἀθηναῖοι, μάλιστʼ ἀπολωλέναι δίκαιός ἐστιν οὑτοσὶ Στέφανος, τοῦτʼ ἀκούσατέ μου. δεινὸν μὲν γάρ ἐστιν εἰ καὶ καθʼ ὅτου τις οὖν τὰ ψευδῆ μαρτυρεῖ, πολλῷ δὲ δεινότερον καὶ πλείονος ὀργῆς ἄξιον εἰ κατὰ τῶν συγγενῶν· οὐ γὰρ τοὺς γεγραμμένους νόμους τοιοῦτος ἄνθρωπος μόνον, ἀλλὰ καὶ τὰ τῆς φύσεως οἰκεῖʼ ἀναιρεῖ. 45.54τοῦτο τοίνυν ἐπιδειχθήσεται πεποιηκὼς οὗτος. ἔστι γὰρ τούτου μήτηρ καὶ τῆς ἐμῆς γυναικὸς πατὴρ ἀδελφοί, ὥστε τὴν μὲν γυναῖκα τὴν ἐμὴν ἀνεψιὰν εἶναι τούτῳ, τοὺς δὲ παῖδας τοὺς ἐκείνης καὶ τοὺς ἐμοὺς ἀνεψιαδοῦς. ἆρʼ οὖν δοκεῖ ποτʼ ἂν ὑμῖν οὗτος, εἴ τι διʼ ἔνδειαν εἶδε ποιούσας ὧν οὐ χρὴ τὰς αὑτοῦ συγγενεῖς, ὅπερ ἤδη πολλοὶ πεποιήκασι, παρʼ αὑτοῦ προῖκʼ ἐπιδοὺς ἐκδοῦναι, ὃς ὑπὲρ τοῦ μηδʼ προσήκει κομίσασθαι ταύτας τὰ ψευδῆ μαρτυρεῖν ἠθέλησεν, καὶ περὶ πλείονος ἐποιήσατο τὸν Φορμίωνος πλοῦτον τὰ τῆς συγγενείας ἀναγκαῖα; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω,



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.50 Dem. 45.54 (English) >>Dem. 45.57

Powered by PhiloLogic